TLG 2217 002 :: NICIAS :: Fragmentum Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 463. Fr. 1 Citation: Fragment — (line) | ||
1(t) | ΑΡΚΑΔΙΚΑ. | |
1 | Athenaeus XIII: Οἶδα δὲ καὶ περὶ κάλ‐ λους γυναικῶν ἀγῶνά ποτε διατεθέντα· περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς Ἀρκαδικοῖς διαθεῖναί φησιν αὐτὸν Κύψε‐ λον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν Ἀλφειόν· εἰς | |
---|---|---|
5 | ἣν κατοικίσαντα Παρρασίων τινὰς, τέμενος καὶ βωμὸν ἀναστῆσαι Δήμητρι Ἐλευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι· καὶ νικῆσαι πρῶτον αὐ‐ τοῦ τὴν γυναῖκα Ἡροδίκην. Ἐπιτελεῖται δὲ καὶ μέχρι νῦν ὁ ἀγὼν οὗτος· καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυ‐ | |
10 | σοφόροι ὀνομάζονται. | 463 |